Click on a word to bring up parses, dictionary entries, and frequency statistics
στρατηγοὺς, εἰπόντος τοῦ κυβερνήτου πολὺ πλείονας εἶναι τὰς τῶν πολεμίων ναῦς, ‘ἐμὲ δέ’ ἔφη ‘αὐτὸν παρόντα πρὸς πόσας ἀντιτάττεις;’
ὑποχωρῶν δέ ποτε τοῖς πολεμίοις ἐπερχομένοις οὐκ ἔφη φεύγειν, ἀλλὰ διώκειν τὸ συμφέρον ὀπίσω κείμενον.
ἐπεὶ δὲ νεανίσκος ἀνδρείου πατρός, αὐτὸς δὲ μὴ πάνυ δοκῶν ἀγαθὸς εἶναι στρατιώτης ἠξίου τὰς τοῦ πατρὸς λαμβάνειν ἀποφοράς, ‘ἀλλ᾽ ἐγὼ’ εἶπεν ‘ὦ μειράκιον, ἀνδραγαθίας οὐ πατραγαθίας μισθοὺς καὶ δωρεὰς δίδωμι. [p. 32] ’
Ζήνωνος δὲ τοῦ Κιτιέως ἀποθανόντος, ὃν μάλιστα τῶν φιλοσόφων ἐθαύμασεν, ἔλεγε τὸ θέατρον αὐτοῦ τῶν πράξεων ἀνῃρῆσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.