Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει: τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας; αὐτῷ κόνδυλον παρῆλθεν.
ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν, ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, ‘οὐ βέλτιον’ ἔφη ‘σκοπεῖν ἦν, ὅπως οὐκ 1 ἀποδώσει’
καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτὸν , εἰπὼν εὔηθες εἶναι τὸ δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.
εἰπόντος δέ τινος ‘οὐ πιστεύεις τῇ πατρίδι ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.