Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ‘ὅ τι τηνικαῦτα’ τῆς δὲ εἰπούσης ‘περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι,'’ 1 πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ δι᾽ αὐτοὺς μοιχὸς γενόμενος.
ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός ‘οὕτως’ εἶπεν ‘ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς.’ ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν:
1 κατακλῖναι] κατακλινῆσαι Herwerdenus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.