Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ δὲ Χαβρίου περὶ Κόρινθον ὀλίγους τινὰς τῶν Θηβαίων ὑπὸ τὰ τείχη φιλομαχοῦντας καταβαλόντος καὶ στήσαντος τρόπαιον, ὁ Ἐπαμεινώνδας καταγελῶν ἔφη ‘ἐνταῦθα δεῖ οὐ τρόπαιον ἀλλὰ Ἑκατήσιον ἑστάναι’ τὴν γὰρ Ἑκάτην ἐπιεικῶς ἐν ταῖς πρὸ τῶν πυλῶν ἱδρύοντο τριόδοις
ἀπαγγείλαντος δέ τινος ὡς Ἀθηναῖοι στράτευμα καινοῖς κεκοσμημένον ὅπλοις εἰς Πελοπόννησον ἀπεστάλκασι, ‘τί οὖν’ εἶπεν ‘Ἀντιγενίδας στένει καινοὺς Τέλληνος αὐλοὺς ἔχοντος;’ ἦν δὲ αὐλητὴς ὁ μὲν Τέλλης κάκιστος, ὁ δὲ Ἀντιγενίδας κάλλιστος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.