‘ τὴν περὶ σεαυτοῦ κρίσιν;᾽’ ‘ἐγὼ μέν’ ἔφη ‘οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς. [p. 41] ’
ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ ‘δείξωμεν οὖν αὐτοῖς’ εἶπεν ‘ὅτι ζῶμεν:’ καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.
Λαμάχου
Λάμαχος ἐπετίμα τινὶ τῶν λοχαγῶν ἁμαρτόντι: τοῦ δὲ φήσαντος μηκέτι τοῦτο ποιήσειν ‘οὐκ ἔστιν’ εἶπεν ‘ἐν πολέμῳ δὶς ἁμαρτεῖν.’
Ἰφικράτους
Ἰφικράτης, δοκῶν υἱὸς εἶναι σκυτοτόμου, κατεφρονεῖτο: