‘ ’
πάλιν ἀκούσας φιλοσόφου διαλεχθέντος, ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ‘ὁ μὲν λόγος’ ἔφη ‘θαυμαστός, ὁ δὲ λέγων οὐ περισεσάλπισται.’ 1
Ἀντιόχου
Ἀντίοχος ἐφορεύων, ὡς ἤκουσεν ὅτι Μεσσηνίοις Φίλιππος τὴν χώραν ἔδωκεν, ἠρώτησεν εἰ καὶ τὸ κρατεῖν αὐτοῖς μαχομένοις περὶ τῆς χώρας ἔδωκεν
Ἀνταλκίδου
Ἀνταλκίδας πρὸς τὸν Ἀθηναῖον ἀμαθεῖς ἀποκαλοῦντα τοὺς Λακεδαιμονίους ‘μόνοι γοῦν’ εἶπεν ‘ἡμεῖς; οὐδὲν μεμαθήκαμεν κακὸν παρ᾽ ὑμῶν ’