εἶπεν. ὁ δὲ θαυμάσας τὸ ῥηθὲν οὐ μόνον ἐκείνης ἀλλὰ καὶ τῶν ἄλλων εὐθὺς διήκουσεν.
Ἀλεξάνδρου
Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας ‘ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει’ τῶν δὲ παίδων λεγόντων ὅτι ‘σοὶ ταῦτα κτᾶται:’ ‘τί δὲ ὄφελος’ εἶπεν ‘ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν;᾽’
ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, ‘εἴγε’ ἔφη ‘βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς,’