Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γαΐῳ δὲ Λαιλίῳ τῷ φιλτάτῳ τῶν ἑταίρων ὑπατείαν μετιόντι συμπράττων ἐπηρώτησε Πομπήιον εἰ καὶ αὐτὸς ὑπατείαν μέτεισιν: ἐδόκει δὲ ὁ Πομπήιος υἱὸς αὐλητοῦ γεγονέναι: τοῦ δὲ φήσαντος μὴ μετιέναι, ἀλλὰ καὶ τὸν Λαίλιον ἐπαγγελλόμενος συμπεριάξειν καὶ συναρχαιρεσιάσειν, πιστεύσαντες καὶ περιμένοντες ἐκείνῳ 1 ἐξηπατήθησαν: ἀπηγγέλλετο 2 γὰρ αὐτὸς ἐν ἀγορᾷ περιιὼν καὶ δεξιούμενος τοὺς πολίτας. ἀγανακτούντων δὲ τῶν ἄλλων , ὁ Σκιπίων γελάσας ‘ἀβελτερίᾳ 3 γε’ εἶπεν ‘ἡμῶν, καθάπερ οὐκ ἀνθρώπους μέλλοντες ἀλλὰ θεοὺς παρακαλεῖν, πάλαι διατρίβομεν αὐλητὴν ἀναμένοντες.’
Ἀππίου δὲ Κλαυδίου περὶ τῆς τιμητικῆς ἀρχῆς
1 ἐκείνῳ] ἐκεῖνον an transponendum post πιστεύσαντες?
2 ἀπηγγέλλετο] παρήγγελλε Cobetus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.