Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν ‘εἴγε τὴν σὴν’ εἶπεν ‘ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι.’
νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν.
τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου τὸν θρίαμβον ‘ἐπὶ σοί’ εἶπε ‘τοῦτ᾽ ἐστίν,'’ ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν.
χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.