οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς; αὐτόν: ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον. [p. 13]
Διονυσίου τοῦ νεωτέρου
ὁ δὲ νεώτερος Διονύσιος ἔλεγε πολλοὺς τρέφειν σοφιστάς, οὐ θαυμάζων ἐκείνους ἀλλὰ δι᾽ ἐκείνων θαυμάζεσθαι βουλόμενος.
Πολυξένου δὲ τοῦ διαλεκτικοῦ φήσαντος αὐτὸν