πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι ‘βασιλικόν’ ἔφη ‘ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν.’
ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη μέγαν ‘ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον.’
τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ‘ὅμοιον’ ἔφη ‘διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.’
Πτολεμαίου τοῦ Λάγου
Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας: αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.