Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Ῥοιμητάλκης1 ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἀπ᾽ Ἀντωνίου μεταβαλόμενος πρὸς αὐτὸν οὐκ ἐμετρίαζεν παρὰ τοὺς πότους, ἀλλ᾽ ἦν ἐπαχθὴς ὀνειδίζων τὴν συμμαχίαν, προπιών τινι τῶν ἄλλων βασιλέων ὁ Καῖσαρ εἶπεν, ‘ἐγὼ προδοσίαν φιλῶ, προδότας δ᾽ οὐκ ἐπαινῶ.’
1 Ῥοιμητάλκης the preferred spelling: ῥυμετάλκης.

