Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἑορτὴν δὲ τῆς πόλεως ἀγούσης καὶ πάντων ἐν πότοις καὶ συνουσίαις ὄντων, ἀπήντησέ τινι τῶν συνήθων αὐχμηρὸς καὶ σύννους βαδίζων θαυμάζοντος δὲ καὶ πυνθανομένου τί δὴ μόνος οὕτως ἔχων περίεισιν, ‘ὅπως,’ εἶπεν, ‘ἐξῇ πᾶσιν ὑμῖν μεθύειν καὶ ῥᾳθυμεῖν.’

