Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρωτῶντος δὲ τοῦ Μετέλλου τίς αὐτοῦ πατήρ ἐστι, ‘ταύτην,’ ἔφη, ‘τὴν ἀπόκρισιν χαλεπωτέραν ἡ σὴ μήτηρ πεποίηκεν.’ ἦν γὰρ ἡ τοῦ Μετέλλου ἀκόλαστος, ὁ δὲ Μέτελλος αὐτὸς ὑπόκουφος καὶ ἀβέβαιος καὶ φερόμενος ταῖς ὁρμαῖς.

