Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν: ἐπεὶ δὲ προσελθών, ‘δός,’ εἶπε, ‘μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων,’ ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζων1 τὴν μέθοδον τοῦ ἀνθρώπου.

