Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀποστέλλοντος δὲ αὐτοῦ τῶν Μακεδόνων τοὺς νοσώδεις καὶ ἀναπήρους ἐπὶ θάλατταν, ἐνεδείχθη τις εἰς τοὺς νοσοῦντας ἀπογεγραμμένος ἑαυτὸν οὐ νοσῶν. ἐπεὶ οὖν εἰς ὄψιν ἀχθεὶς καὶ ἀνακρινόμενος ὡμολόγησε προφασίζεσθαι δι᾽ ἔρωτα Τελεσίππας ἀπιούσης ἐπὶ θάλατταν, ἠρώτησεν ὁ Ἀλέξανδρος, ‘πρὸς τίνα δεῖ περὶ τῆς Τελεσίππας διαλέγεσθαι:’ πυθόμενος δὲ ἐλευθέραν οὖσαν, ‘οὐκοῦν,’ ἔφη, ‘ὦ Ἀντιγένη, πείθωμεν τὴν Τελεσίππαν, ἵνα μείνῃ μεθ᾽ ἡμῶν βιάζεσθαι γὰρ ἐλευθέραν οὖσαν οὐχ ἡμέτερον.’

