Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἰδάνθυρσος1 ὁ Σκυθῶν βασιλεύς, ἐφ᾽ ὃν διέβη Δαρεῖος, ἔπειθε τοὺς Ἰώνων τυράννους τὸ τοῦ Ἴστρου ζεῦγμα λύσαντας ἀπαλλάττεσθαι: μὴ βουληθέντας δὲ διὰ τὴν πρὸς τὸν Δαρεῖον πίστιν, ἀνδράποδα χρηστὰ καὶ ἄδραστα ἐκάλει.
1 Ἰδάνθυρσος as in the mss. of Herodotus: ἰδάθυρσος.

