Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ‘ὅ τι τηνικαῦτα:’ τῆς δὲ εἰπούσης, ‘περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι,1’ πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ δι᾽ αὐτοὺς μοιχὸς γενόμενος.
1 κατακλῖναι] κατακλινῆναι van Herwerden.

