Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην, ἠρώτησαν οἱ στρατηγοὶ μή τι πρὸς τούτοις ἕτερον; οὐδέν, εἶπεν, ἢ ξυρᾶν τὰ γένεια τῶν Μακεδόνων θαυμάσαντος δὲ τοῦ Παρμενίωνος, ‘οὐκ οἶδας,’ εἶπεν, ‘ὅτι βελτίων οὐκ ἔστιν ἐν μάχαις λαβὴ πώγωνος;’ [p. 58]

