Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Σκιπίωνα τὸν νεώτερον λέγουσιν ἔτεσι πεντήκοντα καὶ τέτταρσιν, οἷς ἐβίωσε, μηδὲν πρίασθαι μηδὲν ἀποδόσθαι μηδὲν οἰκοδομῆσαι, λίτρας δὲ ἀργύρου τρεῖς καὶ τριάκοντα μόνας ἐν οὐσίᾳ μεγάλῃ δύο δὲ χρυσίου καταλιπεῖν: καὶ ταῦτα Καρχηδόνος κύριον ὄντα καὶ μάλιστα τῶν στρατηγῶν πλουτίσαντα τοὺς στρατιώτας.

