Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθ᾽ ἡμέραν πρὸς αὐτὸν ἅπαντας: ἀχθέντων δέ, τὸν πρῶτον ἠρώτησεν εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος, ‘ταῦτα,’ εἶπεν, ‘ὦ βασιλεῦ: πλείονα δ᾽ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.’

