This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων: εἰπόντος δέ τινος, ‘ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν,’ ‘ἑαυτῷ γε,’ εἶπεν, ‘ἐμοὶ δὲ ταχέως: ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρ᾽ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν.’

