Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Θρασύβουλος ἐρῶν αὐτοῦ τῆς θυγατρὸς ἐφίλησεν ἀπαντήσας, παροξυνόμενος ἐπ᾽ αὐτὸν ὑπὸ τῆς γυναικός, ‘ἂν τοὺς φιλοῦντας,’ εἶπε, ‘μισῶμεν, τί ποιήσομεν τοὺς μισοῦντας;’ καὶ ἔδωκε γυναῖκα τῷ Θρασυβούλῳ τὴν παρθένον.

