Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων, ‘τί κοπιᾶτε,’ εἶπεν, ‘ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι;’ καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσιν.1
1 κολούουσιν] λοιδοροῦσι in some mss. and editions; but the passages cited in note d support κολούουσιν.

