Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε μὲν οὖν ἐκωλύθη, τοῦ χειμῶνος ἰσχυροῦ γενομένου καὶ τῶν στρατιωτῶν συνδραμόντων καὶ περιπαθούντων, εἰ περιμένει δύναμιν ἄλλην ὡς ἀπιστῶν αὐτοῖς: ἐπεὶ δὲ μάχης γενομένης νικῶν ὁ Πομπήιος οὐκ ἐπεξῆλθεν, ἀλλὰ ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, ‘τήμερον,’ εἶπεν, ‘ἦν ἡ νίκη παρὰ τοῖς πολεμίοις, ἀλλὰ τὸν εἰδότα νικᾶν οὐκ ἔχουσιν.’

