Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γναῖος Πομπήιος ὑπὸ Ῥωμαίων ἠγαπήθη τοσοῦτον ὅσον ὁ πατὴρ ἐμισήθη. νέος δὲ ὢν παντάπασι τῇ Σύλλα μερίδι προσέθηκεν αὑτόν καὶ μήτε ἄρχων μήτε βουλεύων πολλοὺς ἐκ τῆς Ἰταλίας ἐστρατολόγησε. καὶ Σύλλα καλοῦντος οὐκ ἔφη δίχα λαφύρων οὐδὲ ἀναίμακτον ἐπιδείξειν1 τῷ αὐτοκράτορι τὴν δύναμιν οὐδ᾽ ἦλθε πρότερον πρὶν ἢ πολλαῖς μάχαις νικῆσαι τοὺς στρατηγοὺς τῶν πολεμίων.
1 ἐπιδείξειν] ἐπιδεῖξαι some mss.

