Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀδειμάντου δὲ ναυμαχεῖν μὴ τολμῶντος, εἰπόντος πρὸς τὸν Θεμιστοκλέα τοὺς Ἕλληνας παρακαλοῦντα καὶ προτρέποντα, ‘ὦ Θεμιστόκλεις, τοὺς ἐν τοῖς ἀγῶσι προεξανισταμένους μαστιγοῦσιν ἀεί,1’ ‘ναί,’ εἶπεν, ‘ὦ Ἀδείμαντε, τοὺς δὲ λειπομένους οὐ στεφανοῦσιν.’

