Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀντίγονος ὁ δεύτερος, Δημητρίου τοῦ πατρὸς ἁλόντος καὶ πέμψαντός τινα τῶν φίλων καὶ κελεύοντος μὴ προσέχειν, ἄν τι γράφῃ βιασθεὶς ὑπὸ Σελεύκου, μηδὲ παραχωρεῖν τῶν πόλεων, αὐτὸς ἔγραψε πρὸς Σέλευκον ἐξιστάμενος αὐτῷ τῆς ἀρχῆς ἁπάσης καὶ παραδιδοὺς ὅμηρον ἑαυτὸν ἐπὶ τῷ τὸν πατέρα Δημήτριον ἀπολυθῆναι. [p. 78]

