Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δαρείου δὲ διδόντος1 αὐτῷ μύρια τάλαντα καὶ τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος εἰπόντος, ‘ἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην,’ ‘κἀγὼ νὴ Δία,’ εἶπεν, ‘εἰ Παρμενίων’ ἤμην. ἀπεκρίνατο δὲ Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο βασιλεῖς ὑπομένειν.

