Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τοῦ συνάρχοντος Μινουκίου καταβαλόντος τινὰς τῶν πολεμίων πολὺς ἦν λόγος ὡς ἀνδρὸς ἀξίου τῆς Ῥώμης, μᾶλλον ἔφη τὴν εὐτυχίαν ἢ τὴν ἀτυχίαν τοῦ Μινουκίου φοβεῖσθαι. καὶ μετὰ μικρὸν ἐνέδρᾳ περιπεσόντος καὶ κινδυνεύοντος ἀπολέσθαι μετὰ τῆς ἑαυτοῦ δυνάμεως, ἐπιβοηθήσας τῶν τε πολεμίων πολλοὺς διέφθειρε κἀκεῖνον ἔσωσεν. ὁ μὲν οὖν Ἀννίβας εἶπε πρὸς τοὺς φίλους, ‘οὐ πολλάκις ὑμῖν προὔλεγον ἐγὼ τὴν ἀπὸ1 τῶν ὀρῶν νεφέλην ὅτι χειμάσει ποτὲ ἐφ᾽ ἡμᾶς;’

