Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης: ‘ἐμοὶ μὲν γάρ,’ ἔφη, ‘μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν.’

