Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ ῥητόρων τὸν Χάρητα προαγόντων καὶ τοιοῦτον ἀξιούντων εἶναι τὸν Ἀθηναίων στρατηγόν, ‘οὐ τὸν στρατηγόν,’ εἶπεν ὁ Τιμόθεος, ‘ἀλλὰ τὸν τῷ στρατηγῷ τὰ στρώματα κομίζοντα.’

