Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γάιος Ποπίλλιος ἐπέμφθη πρὸς Ἀντίοχον ἐπιστολὴν παρὰ τῆς συγκλήτου κομίζων, κελεύουσαν [p. 204] ἀπάγειν ἐξ Αἰγύπτου τὸ στράτευμα καὶ μὴ σφετερίζεσθαι τῶν Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν: προσιόντα δ᾽ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου τοῦ Ἀντιόχου φιλοφρόνως, οὐκ ἀντασπασάμενος τὸ γραμματεῖον ἐπέδωκεν: ἐπεὶ δὲ ἀναγνοὺς ἔφη βουλεύσεσθαι καὶ δώσειν τὴν ἀπόκρισιν, τῷ κλήματι γῦρον περὶ αὐτὸν ὁ Ποπίλλιος περιέγραψεν εἰπών, ‘ἐνταῦθα τοίνυν ἑστὼς βούλευσαι καὶ ἀπόκριναι.’ πάντων δὲ τὸ φρόνημα τοῦ ἀνδρὸς καταπλαγέντων τοῦ τε Ἀντιόχου ποιήσειν ὁμολογοῦντος τὰ δοκοῦντα Ῥωμαίοις, οὕτως ἠσπάσατο καὶ περιέπτυξεν αὐτὸν ὁ Ποπίλλιος.

