Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ χειμῶνι καὶ ψύχει τῶν φίλων τινὸς ἑστιῶντος αὐτόν, ἐσχάραν δὲ μικρὰν καὶ πῦρ ὀλίγον εἰσενέγκαντος, ἢ ξύλα ἢ λιβανωτὸν εἰσενεγκεῖν ἐκέλευσεν. Ἀντιπατρίδου δὲ καλὴν ψάλτριαν ἐπὶ τὸ δεῖπνον ἀγαγόντος, κινηθεὶς τῇ ὄψει πρὸς αὐτὴν ὁ Ἀλέξανδρος ἠρώτησε τὸν Ἀντιπατρίδην, μή τι τυγχάνοι τῆς γυναικὸς ἐρῶν: ἐκείνου δὲ ὁμολογήσαντος, ‘ὦ μιαρέ,’ εἶπεν,- ‘οὐκ ἀπάξεις εὐθὺς ἐκ τοῦ συμποσίου τὴν γυναῖκα;’

