Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοὺς δὲ καταφράκτους μάλιστα φοβουμένων [p. 206] τῶν στρατιωτῶν ἐκέλευσε θαρρεῖν: πλεῖον γὰρ ἔργον εἶναι τοῦ νικῆσαι τὸ τούτους σκυλεῦσαι. προσβὰς δὲ τῷ λόφῳ πρῶτος καὶ τὸ κίνημα τῶν βαρβάρων θεασάμενος ἀνεβόησε, ‘νενικήκαμεν, ὦ συστρατιῶται :’ καὶ μηδενὸς ὑποστάντος διώκων πέντε Ῥωμαίων ἀπέβαλε πεσόντας, τῶν δὲ πολεμίων ὑπὲρ δέκα μυριάδας ἀπέκτεινε.

