Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Πομπηίου φεύγοντος ἐπὶ θάλατταν ἐκ1 τῆς Ῥώμης, καὶ Μέτελλος ἔπαρχος ὢν τοῦ ταμιείου2 βουλόμενον αὐτὸν χρήματα λαβεῖν ἐκώλυε καὶ τὸ ταμιεῖον ἀπέκλεισεν, ἠπείλησεν [p. 226] ἀποκτενεῖν αὐτὸν καταπλαγέντος δὲ τοῦ Μετέλλου, ‘τοῦτο,’ εἶπεν, ‘ὦ νεανίσκε, φῆσαί μοι χαλεπώτερον ἦν ἢ ποιῆσαι.’

