Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστάς, ‘ὥσπερ οὐκ ἔχοντες,’ εἶπεν, ‘ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρ᾽ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.’

