Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ
πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς
χάρισιν. Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε
μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι
φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων ὅτι
μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν
αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν
ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων
ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι
τὸν χρηστὸν καὶ δίκαιον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

