Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
πολὺ μὲν γὰρ ἀπωλώλει
μέρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατηγοὶ
πλὴν ὀλίγων ἅπαντες, μεταπέμπεσθαι δὲ
οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους
ἀμβλυτέρους ἑώρα, τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ
πηγῆς οἴκοθεν ἐπιρρεούσης ἀναπληρούμενον εὐπόρως
καὶ ταχὺ τὸ στρατόπεδον, καὶ ταῖς ἥτταις
οὐκ ἀποβάλλοντας τὸ θαρρεῖν, ἀλλὰ καὶ ῥώμην
καὶ φιλονεικίαν ὑπ᾽ ὀργῆς ἐπὶ τὸν πόλεμον προσλαμβάνοντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

