Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
γίνεται δὲ σημεῖον αὐτῷ τε τῷ Πύρρῳ μέγα,
τῶν γὰρ βοῶν τεθυμένων αἱ κεφαλαὶ κείμεναι χωρὶς
ἤδη τάς τε γλώττας ὤφθησαν προβάλλουσαι
καὶ περιλιχμώμεναι τὸν ἑαυτῶν φόνον, ἔν τε τῇ
πόλει τῶν Ἀργείων ἡ τοῦ Λυκείου προφῆτις
Ἀπόλλωνος ἐξέδραμε βοῶσα νεκρῶν ὁρᾶν καὶ
φόνου κατάπλεω τὴν πόλιν, τὸν δ̓ ἀετὸν ἐπὶ τὸν
ἀγῶνα χωροῦντα, εἶτα φροῦδον εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

