Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς
ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε
τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ
τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν,
ὅπως, εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος,
ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια
διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς αὐτόν,
καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι
τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

