Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ μόλις ἀποσπάσαι τὴν κεφαλήν, Ἤδη δὲ
σύνδηλον ἦν τὸ γεγονὸς πλείοσι, καὶ προσδραμὼν
ὁ Ἀλκυονεὺς ᾔτησε τὴν κεφαλὴν ὡς ἂν κατανοήσων
λαβὼν δὲ ἀφίππευσε πρὸς τὸν πατέρα, καὶ
καθεζομένῳ μετὰ τῶν φίλων προσέβαλε, θεασάμενος
δὲ καὶ γνοὺς ὁ Ἀντίγονος τὸν μὲν υἱὸν
[p. 460]
ἀπήλασε τῇ βακτηρίᾳ παίων καὶ καλῶν ἐναγῆ
καὶ βάρβαρον, αὐτὸς δὲ τὴν χλαμύδα προθέμενος
τοῖς ὄμμασιν ἐδάκρυσεν, Ἀντιγόνου τοῦ πάππου
μνησθεὶς καὶ Δημητρίου τοῦ πατρός, οἰκείων
παραδειγμάτων εἴς τύχης μεταβολήν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

