Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
πεσόντος δὲ ἐκείνου καὶ τροπῆς γενομένης
τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ
κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες
καὶ ἀποληφθέντες ὑπὸ τῶν ὁπλιτῶν, ἐφ᾽ οὓς ὁ
Πύρρος ἄρτι τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς
καὶ περιπαθῶν ἐπέστρεψε τοὺς ἱππεῖς τῶν
Μολοσσῶν, καὶ πρῶτος εἰσελάσας ἐνεπίμπλατο
φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ
δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δὲ ὑπερβάλλων
τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

