Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δὲ βαρβάρων συστάντων ἐπ᾽ αὐτὸν
ἀποπλέοντα, Καρχηδονίοις μὲν ἐν τῷ πορθμῷ
ναυμαχήσας ἀπέβαλε τῶν νεῶν πολλάς, ταῖς δ̓
ἄλλαις κατέφυγε πρὸς τὴν Ἰταλίαν, Μαμερτῖνοι
δὲ μυρίων οὐκ ἐλάττους προδιαβάντες ἀντιτάξασθαι
μὲν ἐφοβήθησαν, ἐν δὲ ταῖς δυσχωρίαις
ἐπιτιθέμενοι καὶ προσπίπτοντες ἅπαν τὸ στράτευμα
συνετάραξαν. ἔπεσε δὲ δύο θηρία καὶ
συχνοὶ τῶν ὀπισθοφυλακούντων ἀπέθνῃσκον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

