Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν τοιαύταις δὲ ὢν ἀπορίαις εἰς ἐλπίδας
αὖ πάλιν καινὰς ἐνέπεσε καὶ πράγματα διχοστασίαν
ἔχοντα τῆς γνώμης, ἅμα γάρ ἧκον ἐκ μὲν
Σικελίας ἄνδρες Ἀκράγαντα καὶ Συρακούσας καὶ
Λεοντίνους ἐγχειρίζοντες αὐτῷ, καὶ δεόμενοι Καρχηδονίους
τε συνεκβαλεῖν καὶ τῶν τυράννων
ἀπαλλάξαι τὴν νῆσον, ἐκ δὲ τῆς Ἑλλάδος ἀγγέλλοντες
ὡς Πτολεμαῖος ὁ Κεραυνὸς ἀπόλωλε
συμπεσὼν Γαλάταις μετὰ τῆς δυνάμεως, καὶ νῦν
ἂν ἐν καιρῷ μάλιστα δεομένοις βασιλέως Μακεδόσι
παραγένοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

