Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ζώπυρος
δέ τις τῶν παρὰ Ἀντιγόνῳ στρατευομένων καὶ
δύο ἢ τρεῖς ἕτεροι προσδραμόντες καὶ κατανοήσαντες
εἴς τινα θυρῶνα παρείλκυσαν αὐτὸν ἀρχό
μενον ἐκ τῆς πληγῆς ἀναφέρεσθαι, σπασαμένου
δὲ τοῦ Ζωπύρου μάχαιραν Ἰλλυρικὴν ὡς τὴν
κεφαλὴν ἀποτεμοῦντος ἐνέβλεψε δεινόν, ὥστε τὸν
Ζώπυρον περίφοβον γενόμενον, καὶ τὰ μὲν τρέμοντα
ταῖς χερσί, τὰ δὲ ἐπιχειροῦντα, θορύβου δὲ
καὶ ταραχῆς μεστὸν ὄντα, μὴ κατ᾽ ὀρθόν, ἀλλὰ
παρὰ τὸ στόμα καὶ τὸ γένειον ἀποτέμνοντα βραδέως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

