Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
εἷς δέ τις ἀνήρ
ἐπιεικὴς, Μέτων ὄνομα, τῆς ἡμέρας ἐκείνης ἐν
ᾗ τὸ δόγμα κυροῦν ἔμελλον ἐνστάσης καὶ τοῦ
δήμου καθεζομένου, λαβὼν στέφανον τῶν ἑώλων
καὶ λαμπάδιον, ὥσπερ οἱ μεθύοντες, αὐλητρίδος
ὑφηγουμένης αὐτῷ πρὸς τὴν ἐκκλησίαν ἐκώμαζεν.
οἷα δὲ ἐν ὄχλῳ δημοκρατίας κόσμον οὐκ ἐχούσης
οἱ μὲν ἐκρότουν ἰδόντες, οἱ δὲ ἐγέλων, ἐκώλυε δὲ
οὐδείς, ἀλλὰ καὶ τὸ γύναιον αὐλεῖν κἀκεῖνον
ᾄδειν ἐκέλευον εἷς μέσον 1 προελθόντα:2 καὶ τοῦτο
ποιήσων ἐπίδοξος ἦν.
1 εἰς μέσον with Blass and most MSS : μέσον.
2 προελθόντα Blass, after Reiske: προσελθόντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

