Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ
δὲ καὶ πόλεις ἐλάμβανε συχνὰς καὶ στρατιῶται
δισχίλιοι μετέστησαν ὡς αὐτόν, ἐλπίσας τι πλέον
ὥρμησεν ἐπὶ τὸν Ἀντίγονον καὶ περὶ τὰ Στενὰ
προσπεσὼν συνετάραξε τὴν στρατιὰν ἅπασαν,
οἱ δὲ ἐπὶ τῆς οὐραγίας τοῦ Ἀντιγόνου τεταγμένοι
Γαλάται, συχνοὶ τὸ πλῆθος ὄντες, ὑπέστησαν
εὐρώστως: καὶ καρτερᾶς μάχης γενομένης τούτων
μὲν οἱ πλεῖστοι κατεκόπησαν, οἱ δὲ τῶν ἐλεφάντων
ἡγεμόνες ἐγκαταλαμβανόμενοι παρέδωκαν
ἑαυτοὺς καὶ τὰ θηρία πάντα,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

