Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
[p. 420]
ἀντιστάντων δὲ πολλῶν ἀμυνόμενος τοὺς μὲν ἐξέωσε
τοῦ τείχους ἐπ᾽ ἀμφότερα καὶ κατέβαλε, πλείστους
δὲ περὶ αὑτὸν τῷ ξίφει χρώμενος ἐσώρευσε
νεκρούς, ἔπαθε δὲ αὐτὸς οὐδέν, ἀλλὰ καὶ προσιδεῖν
δεινὸς ἐφάνη τοῖς πολεμίοις, καὶ τὸν
Ὅμηρον ἔδειξεν ὀρθῶς καὶ μετὰ ἐμπειρίας ἀποφαίνοντα
τῶν ἀρετῶν μόνην τὴν ἀνδρείαν φορὰς
πολλάκις ἐνθουσιώδεις καὶ μανικὰς φερομένην.
ἁλούσης δὲ τῆς πόλεως ἔθυσέ τε τῷ θεῷ μεγαλοπρεπῶς
καὶ θέας ἀγώνων παντοδαπῶν παρέσχε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

