Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καλέσας οὖν αὐτὸν ἐπὶ
[p. 358]
δεῖπνον, ὡς δέ φασιν ἔνιοι, καὶ χρησάμενος παρ᾽
οἶνον ὥραν ἔχοντι, λόγους προσήνεγκε παρακαλῶν
ἑλέσθαι τὰ τοῦ Νεοπτολέμου καὶ φαρμάκοις
διαφθεῖραι τὸν Πύρρον. ὁ δὲ Μυρτίλος
ἐδέξατο μὲν τὴν πεῖραν ὡς ἐπαινῶν καὶ συμπεπεισμένος,
ἐμήνυσε δὲ τῷ Πύρρῳ: καὶ κελεύσαντος
ἐκείνου τὸν ἀρχιοινοχόον Ἀλεξικράτην
τῷ Γέλωνι συνέστησεν, ὡς δὴ μεθέξοντα τῆς
πράξεως αὐτοῖς: ἐβούλετο γὰρ ἐν πλείοσιν ὁ
Πύρρος τὸν ἔλεγχον γενέσθαι τοῦ ἀδικήματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

